Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.324 Joseph. AJ 18.328 (English) >>Joseph. AJ 18.332

18.326ὅτι βασιλεὺς Ἀρτάβανος καίπερ ἠδικημένος ὑφʼ ὑμῶν ἐπιχειρήσεως αὐτοῦ τῇ ἀρχῇ γενομένης ἐν ἐλάσσονι τὴν καθʼ αὑτὸν ὀργὴν τῆς ὑμετέρας ἀρετῆς ποιησάμενος ἀπέστειλέν με δεξιάς τε καὶ πίστιν δώσοντα ὑμῖν, συγχωρῶν ἄδειάν τε καὶ ἀσυλίαν ὁδῶν, χρῄζων ἐπὶ φιλίᾳ προσχωρεῖν πρὸς αὐτὸν δόλου τε καὶ ἀπάτης χωρίς, δῶρά τε δώσειν ὑπισχνεῖται καὶ τιμήν, ἥτις ὑμῖν πρὸς τῇ νῦν οὔσῃ ἀρετῇ μελλήσει δυνάμει τῇ ἐκείνου ὠφελεῖν.” Ἀσιναῖος δὲ αὐτὸς μὲν ὑπερβάλλεται ὁδοὺς τὰς ἐκεῖ, 18.327τὸν ἀδελφὸν δὲ Ἀνιλαῖον ἐκπέμπει μετὰ δώρων ὁπόσα πορίσαι ἦν. καὶ μὲν ᾤχετο καὶ εἴσοδος αὐτῷ γίνεται παρὰ βασιλέα. Ἀρτάβανος δὲ ἐπεὶ θεᾶται τὸν Ἀνιλαῖον καταμόνας ἥκοντα, ἤρετο τὴν αἰτίαν τοῦ καὶ τὸν Ἀσιναῖον ἐφυστερηκότος. 18.328ἐπεὶ δὲ πυνθάνεται αὐτὸν δείσαντα ἐν τῷ ἕλει ὑπομένειν, δὲ τούς τε πατρῴους θεοὺς ἐπώμνυτο μηδὲν κακὸν δράσειν αὐτοὺς πίστει τῇ αὐτοῦ προσκεχωρηκότας, καὶ τὴν δεξιὰν ἐδίδου, ὅπερ μέγιστον παρὰ πᾶσιν τοῖς ἐκείνῃ βαρβάροις παράδειγμα τοῦ θαρσεῖν γίνεται τοῖς ὁμιλοῦσιν· 18.329οὐ γὰρ ἂν ψεύσαιτό τις δεξιῶν ὑπʼ αὐτοῦ δόσεων γενομένων οὐδὲ πιστεύειν ἐνδοιάσειεν, εἰ τοιᾶσδε ἀσφαλείας δόσις γίνοιτο παρὰ τῶν ἐν ὑποψίᾳ ἀδικήσειν καθεστηκότων. καὶ Ἀρτάβανος μὲν ταῦτα πράξας ἐκπέμπει τὸν Ἀνιλαῖον πείσοντα τὸν ἀδελφὸν ἐπανελθεῖν,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.324 Joseph. AJ 18.328 (English) >>Joseph. AJ 18.332

Powered by PhiloLogic